Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.15 Joseph. AJ 5.19 (English) >>Joseph. AJ 5.23

5.17καὶ δύο ἐπισχὼν ἡμέρας Ἰησοῦς διεβίβαζε τὸν στρατὸν καὶ τὴν πληθὺν ἅπασαν τοιούτῳ τρόπῳ· προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν ἔχοντες, ἔπειτα οἱ Λευῖται τήν τε σκηνὴν καὶ τὰ πρὸς ὑπηρεσίαν ταῖς θυσίαις σκεύη κομίζοντες, εἵποντο δὲ τοῖς Λευίταις κατὰ φυλὰς πᾶς ὅμιλος μέσους ἔχων παῖδας καὶ γυναῖκας, δεδιὼς περὶ αὐτῶν μὴ βιασθεῖεν ὑπὸ τοῦ ῥεύματος. 5.18ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσι πορευτὸς ἔδοξεν ποταμός, τοῦ μὲν βάθους ἐπεσχημένου, τοῦ δὲ κάχληκος τῷ μὴ πολὺν εἶναι μηδʼ ὀξὺν τὸν ῥοῦν ὥσθʼ ὑποφέρειν αὐτὸν τῇ βίᾳ ἀντʼ ἐδάφους κειμένου, πάντες ἤδη θαρσαλέως ἐπεραιοῦντο τὸν ποταμόν, οἷον αὐτὸν θεὸς προεῖπε ποιήσειν τοιοῦτον κατανοοῦντες. 5.19ἔστησαν δὲ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος καὶ τἀσφαλοῦς ἁψάμενον τύχοι. πάντων δὲ διαβάντων ἐξῄεσαν οἱ ἱερεῖς ἐλεύθερον ἀφέντες ἤδη τὸ ῥεῦμα χωρεῖν κατὰ τὴν συνήθειαν. καὶ μὲν ποταμὸς εὐθὺς ἐκβάντων αὐτὸν τῶν Ἑβραίων ηὔξετο καὶ τὸ ἴδιον ἀπελάμβανε μέγεθος. 5.20

Οἱ δὲ πεντήκοντα προελθόντες στάδια βάλλονται στρατόπεδον ἀπὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος, Ἰησοῦς τε τόν τε βωμὸν ἐκ τῶν λίθων ὧν ἕκαστος ἀνείλετο τῶν φυλάρχων ἐκ τοῦ βυθοῦ τοῦ προφήτου κελεύσαντος ἱδρυσάμενος τεκμήριον γενησόμενον τῆς ἀνακοπῆς τοῦ ῥεύματος ἔθυεν ἐπʼ αὐτοῦ τῷ θεῷ, καὶ τὴν φάσκα ἑώρταζον ἐν ἐκείνῳ τῷ χωρίῳ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.15 Joseph. AJ 5.19 (English) >>Joseph. AJ 5.23

Powered by PhiloLogic